Χαλκιοίκια (τα)




Ετήσια γιορτή της Σπάρτης προς τιμή της Χαλκιοίκου Αθηνάς. Κατά τη διάρκεια της γιορτής γινόταν πομπή στην οποία έπαιρναν μέρος οι νέοι ένοπλοι. Μετά μαζί με τους Εφόρους προσέφεραν θυσία στο ναό της Αθηνάς.

Στο ναό της Χαλκιοίκου Αθηνάς είχε καταφύγει ο Σπαρτιάτης στρατηγός Παυσανίας, διωκόμενος από το πλήθος, ως προδότης και συνεργάτης των Περσών.
Οι Σπαρτιάτες αφαίρεσαν τη στέγη του ναού και ασφάλισαν τις πόρτες έτσι ώστε ο Παυσανίας να πεθάνει μέσα στο ναό.

Βιβλιογραφία - πηγές

Πολύβιος, Ιστορία, 4, 35, 2, 4

κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ
τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς
Χαλκιοίκου νεών, τοὺς δ' ἐφόρους συντελεῖν τὰ
περὶ τὴν θυσίαν, αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας.

Θουκυδίδης, Ιστορία, 1, 134, 1, 7

λέγεται δ' αὐτὸν μέλλοντα ξυλληφθήσεσθαι ἐν τῇ ὁδῷ,
ἑνὸς μὲν τῶν ἐφόρων τὸ πρόσωπον προσιόντος ὡς εἶδε,
γνῶναι ἐφ' ᾧ ἐχώρει, ἄλλου δὲ νεύματι ἀφανεῖ χρησαμένου
καὶ δηλώσαντος εὐνοίᾳ πρὸς τὸ ἱερὸν τῆς Χαλκιοίκου
χωρῆσαι δρόμῳ καὶ προκαταφυγεῖν· ἦν δ' ἐγγὺς τὸ τέμενος.
καὶ ἐς οἴκημα οὐ μέγα ὃ ἦν τοῦ ἱεροῦ ἐσελθών, ἵνα μὴ
ὑπαίθριος ταλαιπωροίη, ἡσύχαζεν. οἱ δὲ τὸ παραυτίκα μὲν
ὑστέρησαν τῇ διώξει, μετὰ δὲ τοῦτο τοῦ τε οἰκήματος τὸν
ὄροφον ἀφεῖλον καὶ τὰς θύρας ἔνδον ὄντα τηρήσαντες
αὐτὸν καὶ ἀπολαβόντες ἔσω ἀπῳκοδόμησαν,
προσκαθεζόμενοί τε ἐξεπολιόρκησαν λιμῷ. καὶ μέλλοντος
αὐτοῦ ἀποψύχειν ὥσπερ εἶχεν ἐν τῷ οἰκήματι, αἰσθόμενοι
ἐξάγουσιν ἐκ τοῦ ἱεροῦ ἔτι ἔμπνουν ὄντα, καὶ ἐξαχθεὶς
ἀπέθανε παραχρῆμα. καὶ αὐτὸν ἐμέλλησαν μὲν ἐς τὸν
Καιάδαν οὗπερ τοὺς κακούργους ἐσβάλλειν·

Πλούταρχος, Λυκούργος, 5, 5, 4

ἀρχομένης δὲ τῆς ταραχῆς ὁ
βασιλεὺς Χαρίλαος φοβηθεὶς ὡς ἐπ' αὐτὸν ὅλης
τῆς πράξεως συνισταμένης, κατέφυγε πρὸς τὴν
Χαλκίοικον· εἶτα πεισθεὶς καὶ λαβὼν ὅρκους
ἀνέστη καὶ μετεῖχε τῶν πραττομένων, φύσει
πρᾷος ὤν·

Πλούταρχος, Άγις και Κλεομένης, 16, 6, 2

τῶν δὲ βασιλέων ὁ μὲν Ἆγις ἐπὶ τὴν
Χαλκίοικον κατέφυγεν, ὁ δὲ Κλεόμβροτος εἰς τὸ τοῦ
Ποσειδῶνος ἱερὸν ἐλθὼν ἱκέτευε·

Πλούταρχος, Άγις και Κλεομένης, 11, 8, 2

ἅμα δὲ τῇ δίκῃ Κλεόμβροτον ἔπειθε τῆς
βασιλείας ἀντιποιεῖσθαι, γαμβρὸν ὄντα τοῦ Λεωνίδα,
γένους δὲ τοῦ βασιλικοῦ. φοβηθεὶς οὖν ὁ Λεωνίδας ἱκέτης
γίνεται τῆς Χαλκιοίκου, καὶ συνικέτευεν ἡ θυγάτηρ τῷ
πατρί, τὸν Κλεόμβροτον ἀπολιποῦσα.

Πολύαινος, Στρατηγήματα, 2, 31, 3, 6

Ἀριστομένης Μεσσήνιος αἰχμάλωτος ὑπὸ Λακεδαιμονίων
καὶ φρουρούμενος, τούτων κοιμωμένων, τῷ
παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε-
σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ
ἐς τὴν Σπάρτην παρελθὼν καὶ τὰς ἀσπίδας αὐτῶν
προσηλώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν·

Σούδα, Λεξικό

Χαλκίοικος: ἡ Ἀθηνᾶ ἐν Σπάρτῃ. ἢ ὅτι χαλκοῦν εἶχεν οἶκον·
ἢ διὰ τὸ στερεὸν εἶναι· ἢ διὰ τὸ τοὺς Χαλκιδεῖς τοὺς ἐξ Εὐβοίας
φυγάδας αὐτὸν κτίσαι.