Δειπνοφορία (η)




Γιορτή των Αθηναίων προς τιμή της Αγλαύρου, της Έρσης και της Πανδρόσου που ήταν κόρες του Κέκροπα.
Κατά τη διάρκεια της γιορτής γινόταν πομπή στην οποία οι δειπνοφόρες πήγαιναν στις κόρες του Κέκροπα προσφορές δείπνου.

Βιβλιογραφία - πηγές

Φιλόχορος, αποσπάσματα

δειπνοφόρος· ἑορτῆς ὄνομα.
δειπνοφορία γάρ ἐστι τὸ φέρειν δεῖπνα ταῖς Κέκροπος θυγατράσιν Ἕρσηι καὶ
Πανδρόσωι καὶ Ἀγραύλωι· ἐφέρετο δὲ πολυτελῶς κατά τινα μυστικὸν λόγον.
καὶ τοῦτο ἐποίουν οἱ πολλοί· φιλοτιμίας γὰρ εἴχετο. Φιλόχορος δέ φησι τὰς
μητέρας τῶν δὶς ἑπτὰ παίδων, τῶν κατακλεισθέντων ἵνα πεμφθῶσι τῶι Μινω-
ταύρωι, πέμπειν καθ' ἡμέραν αὐτοῖς δεῖπνον, καὶ φοιτᾶν πρὸς αὐτούς, καὶ μετὰ
τὴν ὑποστροφὴν ὥσπερ εὐχὴν ἀποδιδοῦντας ἐν τῆι ἑορτῆι ἄγειν τοὺς παῖδας
τὰ δεῖπνα, καλουμένους δειπνοφόρους.

Φώτιος, Λέξεων Συναγωγή

Δειπνοφόρια· τὰ φερόμενα δεῖπνα ταῖς Κέκροπος θυγατρά-
σιν Ἕρσῃ καὶ Ἀγραύλῳ καὶ Πανδρόσῳ. ἐφέρετο δὲ πολυτελῶς κατά
τινα μυστικὸν λόγον ὑπὸ τῶν φιλοτίμων καὶ πολυτελῶν.

Σούδα, Λεξικό

Δειπνοφόροι: αἱ φέρουσαι τοῖς κατακεκλιμένοις ἐν τῷ τῆς
Ἀθηνᾶς ἱερῷ τὰ δεῖπνα.