Γιορτή με μυστική τελετή που γινόταν στην Ασίνη της Μεσσηνίας κάθε δύο χρόνια.
Η γιορτή γινόταν προς τιμή του προγόνου τους, Δρύοπα, που τον
θεωρούσαν γιο του Απόλλωνα και στον οποίο είχαν αφιερωμένο ιερό.
Παυσανίας, Ελλάδος Περιήγησις, 4, 34, 11
μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοι σεμνύ-
νονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ
Εὐβοέων οἱ Στύρα ἔχοντες. εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς
Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ
μετέσχον μάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκή-
σεις· ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαι Δρύοπες ὑπερ-
φρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνο-
μάζεσθαι Φωκεῖς, Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα
χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατά εἰσι
δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ
σφισιν ἱδρυμένων. τοῦτο μὲν γὰρ Ἀπόλλωνός ἐστιν
αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρ-
χαῖον· ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν
Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.