Δείμος (o)

Δαίμονας, γιος του Άρη και της Αφροδίτης.

Ο Δείμος, η ενσάρκωση της φρίκης του πολέμου και ο αδελφός του Φόβος, η ενσάρκωση του τρόμου του πολέμου, συνόδευαν τον θεό του πολέμου και πατέρα τους Άρη στα πεδία των μαχών ως ηνίοχοί του.

Συνοδοί του Άρη ήταν επίσης η θεά της σφαγής του πολέμου Ενυώ, η θεά της φιλονικίας Έριδα, οι Κήρες που ρουφούσαν το αίμα των νεκρών κι ο Κυδοιμός, η προσωποποίηση του θορύβου της μάχης.

Σήμερα ο Δείμος και ο Φόβος είναι οι δορυφόροι του πλανήτη Άρη.

Βιβλιογραφία - πηγές

Όμηρος, Ιλιάδα, Δ, 349

ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
Δεῖμός τ' ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·

Αρτεμίδωρος, Ονειροκριτικόν, 2, 39

Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δὲ ὁ Ἄρης στρα-
τηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὶ
κυβευταῖς πᾶσι συμφέρουσι.

Θεμίστιος, Εις Θεοδόσιον

Ἕως οὖν οὔπω καιρὸς ἀναστήσαντι τὴν φάλαγγα καὶ
τοὺς οὐλαμοὺς βοηδρομεῖν ἐπὶ Σκύθας τοὺς ἀλιτηρίους,
καὶ ἡνίκα ὁ Δεῖμός τε καὶ ὁ Φόβος σχολὴν ἄγετον διὰ
τὴν ὥραν καὶ μέλπεσθαι τῷ Ἄρει τέως οὐκ εὐμαρές, αἱ
Μοῦσαι εἰσαγέτωσαν τῷ βασιλεῖ τὸν χορόν, συμπαραλα-
βοῦσαι εἰς τὴν χορείαν τὸν ἡγεμόνα αὐτῶν τὸν Ἀπόλλω.

Νόννος, Διονυσιακά, 29,367

καὶ αὐτίκα κῶμα τινάξας
πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς
θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας
ζεῦξαι φοίνιον ἅρμα ταχύδρομον· οἱ δὲ τοκῆι
σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ
Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων
δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,
ζεύγλην δ' ἀμφὶς ἔδησεν· Ἄρης δ' ἐπεβήσατο δίφρου·

Σούδα, Λεξικό

οἱ δὲ μάλιστα μὲν καὶ ὡς ἀμφὶ
τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλήν.
Δεῖμος καὶ φόβος καὶ Κυδοιμός, ὑπηρέται τοῦ Ἄρεως, υἱοὶ τοῦ
πολέμου· οἳ καὶ αὐτοὶ συμπεπόνθασι τῷ Ἄρει, τοῦ Ἡφαίστου αὐτοὺς
μὴ φοβηθέντος.