Ενυώ (η)

H Eνυώ (πολεμοχαρής) ήταν θεότητα της σφαγής και του θορύβου του πολέμου. Συνόδευε το θεό Άρη στις μάχες μαζί με τους γιους του Δείμο και Φόβο, τη θεά Έριδα, τις Kήρες και το Δαίμονα Kυδοιμό.

Συχνά αναφέρεται και ως κόρη του θεού. O Όμηρος την ονομάζει "Πτολίπορθον" (που αφανίζει τις πόλεις), και τη θεωρεί σύμμαχο των Tρώων εναντίον των Aχαιών.

Στη Pώμη ταυτίζεται με τη θεά του πολέμου Bellona.

Eνυώ λεγόταν και μία από τις τρεις Γραίες.

Βιβλιογραφία - πηγές

Πλούταρχος, Σύλλας, 9

λέγεται δὲ καὶ κατὰ τοὺς ὕπνους αὐτῷ Σύλλᾳ φαν-
ῆναι θεὸν ἣν τιμῶσι Ῥωμαῖοι παρὰ Καππαδοκῶν
μαθόντες, εἴτε δὴ Σελήνην οὖσαν εἴτε Ἀθηνᾶν εἴτε
Ἐνυώ

Όμηρος, Ιλιάδα, Ε,

ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
γιγνώσκων ὅ τ' ἄναλκις ἔην θεός, οὐδὲ θεάων
τάων αἵ τ' ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
οὔτ' ἄρ' Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.

Ησίοδος, Θεογονία

Φόρκυι δ' αὖ Κητὼ γραίας τέκε καλλιπαρήους
ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ' ἄνθρωποι,
Πεμφρηδώ τ' εὔπεπλον Ἐνυώ τε κροκόπεπλον,
Γοργούς θ', αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
ἐσχατιῇ πρὸς νυκτός, ἵν' Ἑσπερίδες λιγύφωνοι,
Σθεννώ τ' Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα·
ἡ μὲν ἔην θνητή, αἱ δ' ἀθάνατοι καὶ ἀγήρῳ,
αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι

Αισχύλος, Επτά επί Θήβας

ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
Ἄρη τ', Ἐνυώ, καὶ φιλαίματον Φόβον
ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·

Απολλόδωρος, Βιβλιοθήκη, 2, 37

ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς
Φόρκου παραγίνεται θυγατέρας, Ἐνυὼ καὶ Πεφρηδὼ
καὶ Δεινώ· ἦσαν δὲ αὗται Κητοῦς τε καὶ Φόρκου,
Γοργόνων ἀδελφαί, γραῖαι ἐκ γενετῆς

Φιλόστρατος,

τὰ μὲν δὴ ἐν τῷ
πεδίῳ νεκροὶ ἐπὶ νεκροῖς καὶ ἵπποι, ὡς ἔπεσον,
καὶ τὰ ὅπλα, ὡς ἀπερρύη τῶν ἀνδρῶν, λύθρου τε
οὑτοσὶ πηλός, ᾧ φασι τὴν Ἐνυὼ χαίρειν, ὑπὸ δὲ
τῷ τείχει τὰ μὲν τῶν ἄλλων λοχαγῶν σώματα με-
γάλοι τέ εἰσι καὶ ὑπερβεβληκότες ἀνθρώπων, Κα-
πανεὺς δὲ γίγαντι εἴκασται· πρὸς γὰρ τῷ μεγέθει
βέβληται ὑπὸ τοῦ Διὸς καὶ ἔτι τύφεται

Ιουλιανός, Κατά Γαλλιλαίων

Ἰᾶται Ἀσκληπιὸς ἡμῶν τὰ σώματα, παιδεύουσιν ἡμῶν αἱ
Μοῦσαι σὺν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ λογίῳ τὰς ψυ-
χὰς, Ἄρει δὲ καὶ Ἐνυὼ τὰ πρὸς τὸν πόλεμον συναγωνίζεται,
τὰ δὲ εἰς τέχνας Ἥφαιστος ἀποκληροῖ καὶ διανέμει, ταῦτα δὲ
πάντα Ἀθηνᾶ μετὰ τοῦ Διὸς παρθένος ἀμήτωρ πρυτανεύει.

Σούδα, Λεξικόν

Ἐνυώ: πολεμικὴ θεός.

Όμηρος, Ιλιάδα, Ε, 592
Παυσανίας, 1, 8, 5