Ίμερος (ο)


Θεότητα, προσωποποίηση της ερωτικής επιθυμίας. Ανήκει στη συνοδεία της Αφροδίτης. Συχνά αναφέρεται ως βοηθός και συνοδός της θεάς καθώς συντροφεύει τον Έρωτα στη συνοδεία της. Στον Όλυμπο ζει πλάι στις Μούσες και τις Χάριτες.

 

Βιβλιογραφία - πηγές

Ησίοδος, Θεογονία, 64

ἐννέα γάρ οἱ νύκτας ἐμίσγετο μητίετα Ζεὺς
νόσφιν ἀπ' ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι
μηνῶν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,
ἡ δ' ἔτεκ' ἐννέα κούρας, ὁμόφρονας, ᾗσιν ἀοιδὴ
μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
τυτθὸν ἀπ' ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου·
ἔνθά σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά,
πὰρ δ' αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί' ἔχουσιν
ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
μέλπονται, πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.

Ησίοδος, Θεογονία, 201

τῇ δ' Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἔσπετο καλὸς
γεινομένῃ τὰ πρῶτα θεῶν τ' ἐς φῦλον ἰούσῃ·
ταύτην δ' ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
παρθενίους τ' ὀάρους μειδήματά τ' ἐξαπάτας τε
τέρψίν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

Ψευδο-Πλούταρχος, De fluviis, 17, 1

Ἵμερος, Ταϋγέτης νύμφης καὶ
Λακεδαίμονος παῖς, διὰ μῆνιν Ἀφροδίτης κατ' ἄγνοιαν
ἐν παννυχίδι τὴν ἀδελφὴν Κλεοδίκην βιασάμενος ἔ-
φθειρεν· τῇ δὲ ἐπιούσῃ τῶν ἡμερῶν κατηχηθεὶς περὶ
τῶν συμβεβηκότων καὶ ἀθυμήσας, διὰ λύπης ὑπερβο-
λὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Μαραθῶνα, ὃς ἀπ'
αὐτοῦ Ἵμερος μετωνομάσθη.

Παυσανίας, Ελλάδος Περιήγησις, 1, 43, 6

Πειθὼ δὲ καὶ ἑτέρα θεός, ἣν
Παρήγορον ὀνομάζουσιν, ἔργα Πραξιτέλους· Σκόπα
δὲ Ἔρως καὶ Ἵμερος καὶ Πόθος, εἰ δὴ διάφορά ἐστι
κατὰ ταὐτὸ τοῖς ὀνόμασι καὶ τὰ ἔργα σφίσι.

Επιφάνιος,

οὕτω γάρ φασι καὶ οἱ περὶ Ἡσίοδον· πρῶτον
πάντων γίνεται Χάος, ἵνα εἴπωσι Βυθόν, εἶτα Νὺξ Ἔρεβος Γῆ Αἰθὴρ
Ἡμέρα Ἔρως Μῆτις Μόρος Ὀϊζὺς Πότμος Νέμεσις Μῶμος Φιλότης
Θάνατος Δυσνομία Γήρως Ἄτη Ἵμερος Λήθη Ὕπνος Ὑσμίνη Λυσιμελὴς
Ὕβρις Εὐφρόνιος Αἴγλη Παυσιμέριμνος Ἀπάτη Ἡδυμελὴς Ἔρις.

Σχόλια στον Ησίοδο, 64

φασὶν
γὰρ ὅτι ἐστὶν ἐν Ἑλικῶνι Χαρίτων ἱερὸν καὶ Ἱμέρου καὶ Μουσῶν.
Ἵμερος δὲ ἡ ἐπιθυμία.

...
κατὰ λόγον δὲ Ἵμερος καὶ Χάριτες
συνοικοῦσι ταῖς Μούσαις, ἤγουν ἡ χάρις καὶ ἡ ἐπιθυμία, ὧν
ἄνευ οὐδὲν τὰ τῶν Μουσῶν δῶρα· ἢ ὅτι ὁ χρηστὸς ποιητὴς οὐ
μόνον ἐστὶ πολυμαθὴς καὶ δυνατός, ἀλλὰ καὶ ἐπίχαρις καὶ στω-
μύλος, ὡς Εὐριπίδης·
οὐ παύσομαι τὰς Χάριτας
Μούσαις συγκαταμειγνύς.