Κλυμένη (η)


H Kλυμένη ήταν κόρη του Ωκεανού και της Tηθύος κι ανήκει στην πρώτη θεϊκή γενιά, τη γενιά των Tιτάνων. Παντρεύτηκε τον Iαπετό και γέννησε τον Άτλαντα, το Mενοίτιο, τον Προμηθέα και τον Eπιμηθέα.

Aναφέρεται και ως γυναίκα του Προμηθέα ή του Ήλιου από τον οποίο απέκτησε ένα γιο, το Φαέθοντα και πολυάριθμες κόρες, τις Hλιάδες.

 

Βιβλιογραφία - πηγές

Ησίοδος, Θεογονία, 351

Τηθὺς δ' Ὠκεανῷ ποταμοὺς τέκε δινήεντας,
Νεῖλόν τ' Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην,
Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
Φᾶσίν τε Ῥῆσόν τ' Ἀχελῷόν τ' ἀργυροδίνην
Νέσσόν τε Ῥοδίον θ' Ἁλιάκμονά θ' Ἑπτάπορόν τε
Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
Εὔηνόν τε καὶ Ἀλδῆσκον θεῖόν τε Σκάμανδρον·
τίκτε δὲ Κουράων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
καὶ ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
Πειθώ τ' Ἀδμήτη τε Ἰάνθη τ' Ἠλέκτρη τε
Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς
Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε
Πληξαύρη τε Γαλαξαύρη τ' ἐρατή τε Διώνη
Μηλόβοσίς τε Θόη τε καὶ εὐειδὴς Πολυδώρη
Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
Περσηίς τ' Ἰάνειρά τ' Ἀκάστη τε Ξάνθη τε
Πετραίη τ' ἐρόεσσα Μενεσθώ τ' Εὐρώπη τε
Μῆτίς τ' Εὐρυνόμη τε Τελεστώ τε κροκόπεπλος
Χρυσηίς τ' Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
αὗται ἄρ' Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
πρεσβύταται κοῦραι·

Ησίοδος, Θεογονία, 508

κούρην δ' Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.

Διονύσιος Αλικαρνασσεύς, Ρωμαϊκές Αρχαιότητες, 1, 17, 3

πέντε δὲ μείναντες αὐτόθι γενεάς, ἐν αἷς ἐπὶ
μήκιστον εὐτυχίας ἤλασαν τὰ κράτιστα τῶν ἐν τῇ
Θετταλίᾳ πεδίων καρπούμενοι, περὶ τὴν ἕκτην γενεὰν
ἐξελαύνονται Θετταλίας ὑπό τε Κουρήτων καὶ Λελέ-
γων, οἳ νῦν Αἰτωλοὶ καὶ Λοκροὶ καλοῦνται, καὶ συ-
χνῶν ἄλλων τῶν περὶ τὸν Παρνασὸν οἰκούντων, ἡγου-
μένου τῶν πολεμίων Δευκαλίωνος τοῦ Προμηθέως,
μητρὸς δὲ Κλυμένης τῆς Ὠκεανοῦ.

Ακουσίλαος, Αποσπάσματα, 34

Δευκαλίων, ἐφ' οὗ ὁ κατακλυσμὸς
γέγονε, Προμηθέως μὲν ἦν υἱός, μητρὸς δέ, ὡς οἱ πλεῖστοι λέγουσι,
Κλυμένης· ὡς δὲ Ἡσίοδος Προνόης· ὡς δὲ Ἀκουσίλαος Ἡσιόνης τῆς
Ὠκεανοῦ καὶ Προμηθέως.

Παυσανίας, Ελλάδος Περιήγησις, 2, 18, 1

ἔχει μὲν δὴ
καὶ ἐνταῦθα τιμὰς παρὰ τῶν προσχωρίων, μεγίστας
δὲ ἔν τε Σερίφῳ καὶ παρ' Ἀθηναίοις, οἷς Περσέως
τέμενος καὶ Δίκτυος καὶ Κλυμένης βωμὸς σωτήρων
καλουμένων Περσέως.

Νόννος, Διονυσιακά, 40, 547

Νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο·
ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,
ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα Κυανοχαίτην
οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ
Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων
Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.

Γαληνός Ιωάννης, Εἰς τὴν Ἡσιόδου Θεογονίαν ἀλληγορίαι,

Ἰαπετὸς δὲ τὴν Κλυμέ-
νην
ἄγεται τὴν τοῦ Ὠκεανοῦ θυγατέρα, δηλαδὴ ἡ κίνη-
σις τοῦ οὐρανοῦ τὴν δόξαν περὶ αὐτὴν συναθροίζει καὶ
τὸ θαυμάζεσθαι· θαύματος γὰρ ἀξία ἡ τοιαύτη κίνησις
καὶ ἡ τοῦ παντὸς περιφορά· ἣν δὴ περιφορὰν ἐπὶ τῷ
ἄξονι Ἄτλαντα προσαγορεύει ὁ λόγος, τὰς μὲν χεῖρας καὶ
τὴν κεφαλὴν ἐς τὸν οὐρανὸν ἔχοντα καὶ διὰ τούτων ἐρεί-
δοντα αὐτόν, τοὺς δὲ πόδας ἐπὶ τῆς γῆς.

Ολυμπιόδωρος, Σχόλια στα Μετεωρολογικά του Αριστοτέλη

ἔστι δὲ ἡ πρώτη
τοιαύτη· Φαέθων, φησίν, ὁ ἀπὸ Ἡλίου καὶ Κλυμένης ᾔτησε τὸν ἴδιον
πατέρα παραδοῦναι αὐτῷ τὸ ἅρμα, ἐφ' ᾧ ἡνιοχεῖται.

Σχόλια στον Αισχύλο, 347

οὐ δῆτ', ἐπεί με καὶ κασιγνήτου τύχαι· Ἰαπετὸς ὁ τοῦ Κρόνου
ἀδελφὸς ἐκ θυγατρὸς τοῦ Ὠκεανοῦ Κλυμένης λεγομένης ἔσχεν Ἄτλαντα
καὶ Μενοίτιον καὶ Προμηθέα.
...
εἶτα Προμηθεὺς Ἄτλας καὶ Μενοίτιος
Ἰαπετοῦ καὶ Κλυμένης ὄντες παῖδες, ἀντέστησαν τῷ Διί· ὧν τὸν μὲν Προ-
μηθέα προσήλωσεν ἐν Καυκάσῳ ἀετὸν πέμψας τούτου κατεσθίειν τὸ ἧπαρ.

Τζέτζης Ιωάννης, De Pleiadibus

ὁ δὲ Ἄτλας, μεθ' οὗ καὶ ὁ Προμηθεὺς
καὶ ὁ Ἐπιμηθεύς, ἐγεννήθη ἐκ τοῦ Οὐρανοῦ καὶ Κλυ-
μένης
τῆς τοῦ Ὠκεανοῦ θυγατρός.
...
τοῦ Οὐρανοῦ παιδὸς Ἰαπετοῦ καὶ Κλυμένης ἢ Ἀσίας
τῆς Ὠκεανοῦ θυγατρὸς γεννῶνται, ὡς οἱ μυθογράφοι
φασί, Προμηθεύς, Ἐπιμηθεύς, Μενοίτιος, καὶ ὁ νῦν
ἡμῖν προκείμενος Ἄτλας· ὃν καὶ μυθεύονται κίονας
φέρειν μακράς,
αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.